Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.17 Dem. 41.20 (English) >>Dem. 41.24

41.19οὐκοῦν, ἄνδρες δικασταί, τῶν μὲν χιλίων δραχμῶν ὡς δικαίως καὶ προσοφειλομένων ἀπετίμησέ μοι τὴν οἰκίαν Πολύευκτος, αὐτὸς οὗτός μοι μαρτυρεῖ καὶ τούτου γυνὴ πρὸς τοῖς ἄλλοις τούτοις τοῖς μεμαρτυρηκόσι, συγχωροῦντες τότε καὶ οὔτε πρὸς τὸν Πολύευκτον ἀντειπόντες ἐπιβιόντα τοσαύτας ἡμέρας, οὔτε πρὸς τὸν Ἀριστογένη, ἐπεὶ τάχιστʼ ἤκουσαν. ἀλλὰ μὴν εἴ γε δικαίως ἀπετιμήθη, μεμνημένοις τοῦ νόμου κατὰ μὲν τοῦθʼ ὑμῖν οὐκ ἔστιν ἀποψηφίσασθαι Σπουδίου. 41.20σκέψασθε δὲ καὶ περὶ τῶν εἴκοσι μνῶν, ἃς οὐκ ἐπαναφέρει· καὶ γὰρ ἐνταυθοῖ πάλιν αὐτὸς οὗτός μοι μέγιστος ἔσται μάρτυς, οὐ λόγῳ μὰ Δίʼ ὥσπερ νῦν ἀντιδικῶν (τουτὶ μὲν γὰρ οὐδὲν τεκμήριόν ἐστιν), ἀλλʼ ἔργῳ περιφανεῖ. τί ποιῶν, ἄνδρες δικασταί; τούτῳ γὰρ ἤδη προσέχετε τὸν νοῦν, ἵνʼ ἐὰν ἄρα τολμᾷ τι καὶ περὶ τῆς μητρὸς τῶν γυναικῶν βλασφημεῖν περὶ τῶν γραμμάτων, εἰδότας ὑμᾶς μὴ δύνηται λέγων ἐξαπατᾶν. 41.21ταυτὶ γὰρ τὰ γράμματα κατέλιπεν μὲν Πολυεύκτου γυνή, καθάπερ εἶπον ὀλίγῳ πρότερον· ὁμολογουμένων δὲ τῶν σημείων καὶ παρὰ τῆς τούτου γυναικὸς καὶ παρὰ τῆς ἐμῆς, ἀμφότεροι παρόντες ἀνοίξαντες ἀντίγραφά τʼ ἐλάβομεν, κἀκεῖνα πάλιν κατασημηνάμενοι παρʼ Ἀριστογένει κατεθέμεθα. 41.22τοῦτο δή, τοῦτʼ, ἄνδρες δικασταί, μάθετε πρὸς θεῶν. ἐνῆσαν μὲν γὰρ αἱ δύο μναῖ, τιμὴ τοῦ οἰκέτου, καὶ οὐ μόνον Πολύευκτος ἀποθνῄσκων ταύτας ἐνεκεκλήκει, ἐνῆσαν δʼ αἱ χίλιαι καὶ ὀκτακόσιαι δραχμαί. ταῦτα δʼ ἀναγνούς, εἰ μὲν αὐτῷ μηδὲν προσῆκεν μηδʼ ἀληθῆ τὰ γεγραμμένʼ ἦν, τί δή ποτʼ οὐκ εὐθὺς ἠγανάκτει περὶ αὐτῶν; τί δὲ συνεσημαίνετο πάλιν τὰ μηδὲν ὑγιὲς ὄντα μηδʼ ἀληθῆ γράμματα; τουτὶ γὰρ οὐδʼ ἂν εἷς δήπου μὴ πᾶσιν ὁμολογῶν τοῖς γεγραμμένοις ποιήσειεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.17 Dem. 41.20 (English) >>Dem. 41.24

Powered by PhiloLogic